Based on the public domain text of The Old Testament in Greek According to the Septuagint edited by Henry Barclay Swete, D.D. (Cambridge University Press, 1909-1930), with modifications for versification and formatting by Panagiotis Peponakis and adapted for digital use in theWord Bible software. Courtesy of Bible Hub (Eliran Wong) under GNU General Public License v3.0.
Ἡ Παλαιὰ Διαθήκη κατὰ τοὺς Ἑβδομήκοντα – τοῦ Σουήτ
ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι ᾧ ὄνομα Ἰώβ· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.
καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι. καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾽ αὐτῶν.
καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωί, καὶ προσέφερεν περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγεν γὰρ Ἰώβ Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν. οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.
Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετ᾽ αὐτῶν.
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανὸν πάρειμι.
καὶ εἶπεν αὐτῷ ὁ κύριος Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ; ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον;
οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.
ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.
καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.
καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτάς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς γ᾽, καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτάς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας· καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
οὕτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς, καὶ πεσὼν χαμαὶ προσεκύνησεν
καὶ εἶπεν Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου· γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.
ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.
Unlock Searchable Notes
Take verse-by-verse notes, compare across versions, and find insights fast.
Subscribe to the Basic or higher tier to start!
Unlock Searchable Notes
Take verse-by-verse notes, compare across versions, and find insights fast.
Subscribe to the Basic or higher tier to start!
Unlock Searchable Notes
Take verse-by-verse notes, compare across versions, and find insights fast.
Subscribe to the Basic or higher tier to start!
Unlock Bookmarks
Bookmark and categorize verses, mark where you left off reading.
Subscribe to the Basic or higher tier to start!